Ύμνοι Αγίου Νικολάου

Ἀπολυτίκιον. Ἦχος δ’
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος γ΄
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Μεγαλυνάριο Ἁγίου Νικολάου
Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ρύστην , πλεόντων τε σωτῆρα, κεκτήμεθα παμμάκαρ, Σοφὲ Νικόλαε.

Ἀπολυτίκιον Κοζάνης. Ἦχος α’
Τῆς ΚΟΖΑΝΗΣ τὴν πόλιν, ἐκ πολλῶν περιστάσεων, καὶ δεινῶν ἐρρύσω παμμάκαρ, Ἱεράρχα Νικόλαε, καὶ ὤφθης τῷ λαῷ Σου θαυμαστῶς, ὡς Ἄγγελος Κυρίου τοῦ Θεοῦ, διὰ τοῦτο ὡς προστάτην ἡμῶν στερρόν,γεραίρομεν κραυγάζοντες·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ θαυμαστώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
(ποίημα Σεβ. Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας κ.κ. ΙΩΗΛ)

Χαιρετισμοὶ
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ

Ἄγγελος οὐρανόφρων, ἐγνωρίσθης ἐν κόσμῳ, ζωὴν ἀγγελικὴν βιωτεύσας (ἐκ γ΄) σῶμά σου δὲ τὸ σεπτὸν μύρα προχέον καὶ εὐωδίαν ἀένναον βλύζον, ἐξιστᾷ τοὺς πάντας καὶ πείθει τοῦ βοᾶν σοὶ ταῦτα.

Χαῖρε, τὸ νίκος τῆς εὐσεβείας χαῖρε, τὸ κράτος τῆς Ἐκκλησίας.

Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα χαῖρε, στιλπὸν τῶν Μυρέων καύχημα.

Χαῖρε, ὕψος θείας γνώσεως δισερμήνευτον πολλοῖς χαῖρε, βάθος ταπεινώσεως δυσαντίβλεπτον βροτοῖς.

Χαῖρε, πηγάζων πιστοῖς ἰάσεις ἑκάστοτε χαῖρε θεῖον ζῆλον φέρον ἐν καρδίᾳ πάντοτε.

Χαῖρε, ὁ εὐωδίαν ἐκ τοῦ οἴκου σου πνέον χαῖρε ὁ δυσωδίαν τῆς Ἀρείου πλάνης ἐκτρέπων.

Χαῖρε, λαμπτήρ εὐσεβοῦς ἀληθείας χαῖρε, σφραγίς ὀρθοδόξου λατρείας.

Χαίροις πάτερ Νικόλαε

Βλέπουσα ἡ Μυρέων, τὸ παράδοξον θαῦμα, τὰ μύρα τοῦ σεπτοῦ σου λειψάνου, σὺν πόθῳ τὴν πολλήν σου χάριν καὶ ἰάσεων προχόην, γεραίρει πρὸς Θεὸν βοώσα.

Ἀλληλούϊα

Γνωστικῶς συνεκράθης ἐκ ψυχῆς μυρορρόα, Χριστῷ νοητῷ τῷ ὄντως μύρῳ, καὶ ταῖς τούτου ἀεὶ συνῶν εὐωδίαις θείαις, καὶ διαδόσεσι μύρον τερπνὸν ἀνέβλυσας διὸ σοὶ ἐκβοῶμεν πόθῳ.

Χαῖρε, ἡ δόξα τῶν ἱερέων χαῖρε, τὸ κλέος ἀρχιερέων.

Χαῖρε, τῆς Τριάδος οἶκος ὁ ἔμψυχος χαῖρε, ἁγίων ἀγγέλων ὁ σύσκηνος.

Χαῖρε, πρέσβυς ὁ θερμότατος εἰσακούων τοὺς πιστοὺς χαῖρε, βέλος τὸ ὀξύτατον ἐκδιῶκον τοὺς ἐχθροὺς.

Χαῖρε, λύχνε διακρίσεως ἀπαστράπτων ἐμφανῶς χαῖρε, ἄστρον τὸ ἀνέσπερον καταυγάχον τηλαυγῶς.

Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως χαῖρε, πασῶν χαρίτων ἀνάμεστος.

Χαῖρε, τῶν ἐν θαλάσσῃ ὁδηγὸς καὶ προστάτης χαῖρε, τῶν ἐν πελάγει ἀπλανὴς κυβερνήτης.

Χαίροις πάτερ Νικόλαε

Διαπτὰς ἐν λειμῶνι τῶν τοῦ Πνεύματος λόγων, τῷ τρόπῳ φιλοπόνου μελίσσης, καὶ ἐκ τούτων ἁπάντων ἄνθη ἐδρέψω Νικόλαε ἠδύπνοα, σκευάσας ἐν καρδίᾳ σου τὸ θεῖον μύρον κράζων.

Ἀλληλούϊα

Ἔχοντες τὸν ναόν σου τὸ πανίερον τοῦτον, ἀκένωτον πηγὴν ἰαμάτων, προστρέχομεν εὐλαβῶς καὶ τὴν χάριν ἀπαντλοῦντες δαψιλῶς, βοῶμεν εὐχαρίστως οὕτω.

Χαῖρε, κρατὴρ πανευώδους μύρου χαῖρε, πηγὴ μυριπνόου ρείθρου.

Χαῖρε, μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος χαῖρε, μυροθήκη εὐώδης της χάριτος.

Χαῖρε, μύρον πολυσύνθετον ἐκ πασῶν τῶν ἀρετῶν χαῖρε, φιάλη ἀρώματος γέμουσα μυρεψικῶν.

Χαῖρε, ὁ μύρου θείου τὴν πηγὴν πλουτίσας χαῖρε, ὁ κρᾶμα ξένον ἀνθρώποις κεράσας.

Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως χαῖρε, πασῶν χαρίτων ἀνάμεστος.

Χαῖρε, Χριστοῦ τὸ θείον ὀσφράδιον χαῖρε, πιστῶν τὸ ξένον λουτήριον.

Χαίροις πάτερ Νικόλαε

Ζάλην πᾶσαν τοῦ κόσμου ἐκφυγῶν παιδίοθεν, τῶ νόμῳ Κυρίου ἀεὶ μελετῶν ἡμέρας καὶ νυκτός, ἐτέθης φωτοειδής λυχνία, και τῷ πλήθει των θαυμάτων ἀπαστράπτων, ἔπεισας το ποίμνιον των Μυρέων βοάν τῷ Κτίστη.

Ἀλληλούϊα

Ἡ ὀσμὴ σῶν λειψάνων φρέαρ ὕδατος ὤφθη, ποτίζον μύρον ἀθανασίας καὶ τῶν θείων μύρων ἡ ροὴ μυρεψικὴν παντοίων ὀσμὴν πηγάζουσα, γνωρίζεται τοῖς σοὶ βοώσι τοιαῦτα.

Χαῖρε, ποιμὴν λογικῶν προβάτων χαῖρε λιμὴν τῶν θαλάσσῃ πλεόντων.

Χαῖρε, ἀθῴους θανάτου ρυσάμενος χαῖρε ἀπίστους ἐκ πλάνης σωσάμενος.

Χαῖρε, εὔοσμον ἀλάβαστρον ἰατρεῖον τῶν ψυχῶν χαῖρε, ἔλαιον χρηστότητος ἰλαρύνον νοῦν ἡμῶν.

Χαῖρε, τῶν θλιβομένων παρηγόρημα θεῖον χαῖρε, τῶν λυπουμένων παραμύθιον πέλων.

Χαῖρε, ὅτι ἐθεράπευσας τοὺς νοσοῦντας πολλαπλῶς χαῖρε, ὅτι ἐμεσίτευσας ἁμαρτάνουσι πυκνῶς.

Χαῖρε, δι’ οὐ ἐδοξάσθη ὁ Κτίστης χαῖρε, δι’ οὐ χαίρει σύμπασα κτίσις.

Χαίροις πάτερ Νικόλαε

Θαῦμα μέγα ὁρᾶται, πῶς ἡ ἄνικμος λάρναξ, τοῦ θείου καὶ σεπτοῦ σου λειψάνου, μύρων πηγὰς ἔβλυσεν ἰάματα, νοσοῦσι παρασχοῦσα χάριν, τοῦ σὲ μύρῳ νοητῷ χρίσαντος ὡς ἱεράρχην ἄξιον αὐτῷ βοῶντες.

Ἀλληλούϊα

Ἵδιον οὐκ ἐκτήσω ἐπὶ γῆς θεορρῆμον, Χριστὸν δὲ μόνον ἀεὶ ἀναπνέων, ἐν αὐτῷ ζῶν καὶ πρὸς αὐτὸν ἀφορῶν ἀκλινῶς, τοῦτον ἐκέκτησο καὶ φῶς καὶ ἔρωτα διο σοὶ προσφωνοῦμεν πόθῳ.

Χαῖρε, ὁ τῆς Ἀρείου πλάνης ἔλεγχος χαῖρε ὀρθοδόξου λαοῦ ὑπέρμαχος.

Χαῖρε, ἀρχιερέων ἀγλάϊσμα ἔξοχον χαῖρε, τῶν κακοδόξων φυγάδευμα εὔστοχον.

Χαῖρε, συμπαθέστατε καὶ φιλόπτωχε ποιμὴν χαῖρε, ἄγαν εὐμενέστατε καὶ γαλήνιε λιμήν.

Χαῖρε, ὃν ἀνυμνούσιν ἐν τοὶς πέρασι κόσμου χαῖρε, ὅτι ἀντλούσι τού σοῦ μύρου εὐόσμου.

Χαῖρε, κανὼν τῆς πίστεως θεόδεκτος χαῖρε, εἰκὼν πραότητος πανάριστος.

Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων χαῖρε, σοφῆς προμηθείας νοήμων.

Χαίροις πάτερ Νικόλαε

Κήρυκες τῶν πολλῶν σου γεγονότες θαυμάτων, Νικόλαε ἐδείχθησαν οἱ τρεῖς στρατηλᾶται, οὕς ἐρρύσω ἐμφανείᾳ σου φρικτὴ παρανόμου σφαγῆς, Ἀβλάβιον ἐλέγξας φιλοχρήματον οἵ καὶ σωθέντες χάριτι τῷ θαυμαστῷ Θεῷ ἐβόων.

Ἀλληλούϊα

Λάμψας ἐν τῇ Μυρέων θεοσδότῳ καθέδρα, ἐδίωξας τῆς πλάνης τὸ σκότος τοῖς γὰρ λόγοις νουθετῶν ἅπαντας, λύμης Ἀρείου τοῦ δεινοῦ ἔσωσας δι’ ὅπερ οἱ σωθέντες ἐβόων σε σοφὲ τοιαῦτα.

Χαῖρε, σάλπιγξ ἁγία τὸν Σωτῆρα κηρύξας χαῖρε, σκηνώματα θεῖα Παραδείσου οἰκήσας.

Χαῖρε, ἕνεκα μύρου τοῦ θείου σου σώματος χαῖρε, ἕνεκα πλούτου τῆς σῆς ἁγιότητος.

Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων τὰς πνοάς χαῖρε, σύμβολον λαμπρότητος τῆς ἐνθέου προσφορᾶς.

Χαῖρε, χαρᾶς πληρῶν τοὺς προστρέχοντας χαῖρε, δωρεὰν ἰώμενος ἅπαντας.

Χαῖρε, ροὴ πανολβίου λύσεως χαῖρε, ὀσμὴ τῆς διττῆς ὀσφρήσεως.

Χαῖρε, δι’ οὗ θεραπεύονται νόσοι χαῖρε, δι’ οὗ ἐκδιώκονται πάθη.

Χαίροις πάτερ Νικόλαε

Μύρον ἐξεκενώθη τῇ ψυχῇ σου ἀφθόνως, καυθὲν τοῦ Παρακλήτου τὴ θέρμη κῆπον γὰρ ἀσματικῶς τὸν σὸν πνεύσας νότος, ὁ θερμός του Χριστοῦ πόθος, σοῦ μύρα πάσιν ἀνέβλυσε Νικόλαε Χριστῷ βοώσιν.

Ἀλληλούϊα

Νέος μάκαρ ἐφάνης Ἀβραὰμ τῷ Σωτῆρι, τὸν νοῦν ὡς Ἰσαὰκ θυσιάσας ἀναιμάκτους αὐτῷ λατρείας καθαρῶς ἀνενέγκας, ἀνθ’ ὧν σοὶ προσφωνοῦν ταῦτα.

Χαῖρε, τὸ ἄνθος τῆς εὐσεβείας χαῖρε, τὸ νίκος τῆς Ἐκκλησίας.

Χαῖρε, χειμαζομένων ὁ ἀχείμαστος ὅρμος χαῖρε, τῶν ἀπορρήτων ἀγαθῶν κληρονόμος

Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μύρα δαψιλῶς χαῖρε, ὅτι σοῦ τὸ τέμενος νέμει χάριν πολλαπλῶς.

Χαῖρε, ἡμῖν χαρίζων χαρίτων τὸ πέλαγος χαῖρε, πᾶσι ποτίζων σοῦ μύρου τὸ ἔλεος.

Χαῖρε, τροφὴ πεινώντων ἐν πνεύματι χαῖρε, τροφὴ πλουτούντων ἐν χάριτι.

Χαῖρε λαμπρὰ καθέδρα αἰσθήσεων χαῖρε, κλεινὸν πυξίον τοῦ Πνεύματος.

Χαίροις πάτερ Νικόλαε

Ξενηκούστων θαυμάτων αὐτουργὸς σὺ ἐγένου, καὶ ζῶν καὶ μετὰ πότμον τρισμάκαρ ἐν θαλάσσῃ γὰρ καὶ χέρσῳ φθάνεις ὀξέως τοῖς καλοῦσι, καὶ λυτρώσας θανάτου πικροῦ ἅγιε Θεῷ βοώσιν.

Ἀλληλούϊα

Ὅλος ὢν ἐν τοῖς ἄνω καὶ ἡμῖν πάλιν κάτω, συνὼν Νικόλαε ἱεράρχα, θαῦμα πᾶσαν ἀκοὴν καὶ διάνοιαν ἐκπλήττων, ἡμεῖς δὲ τοῖς θαυμασίοις ἐκπληττόμενοι βοῶμεν.

Χαῖρε, σοφίας Θεοῦ ὁ πλήρης χαῖρε, προνοίας αὐτοῦ ὁ μύστης.

Χαῖρε, ρήτωρ θεοδίδακτε πρὸς Χριστοῦ ἐκδιδαχθείς χαῖρε, ρεῖθρα τῶν ἰάσεων ὁ παρέχων τοῖς πιστοῖς.

Χαῖρε, ὄχημα τοῦ Πνεύματος νέμων χάριν τοῖς πιστοῖς χαῖρε, οἴκημα πανάγιον καὶ ἁγνείας θησαυρός.

Χαῖρε, τῆς σμυρναλόης τὸ ἀμβρόσιον πόμα χαῖρε, κηρομαστίχης τὸ ἡδύπνοον κρᾶμα.

Χαῖρε, πλουτῶν τὸ κέρας τοῦ χρίσματος χαῖρε, αὐχῶν τὸ μύρον τοῦ Πνεύματος.

Χαῖρε, αἱρετιζόντων καθαιρέτης ὁ μέγας χαῖρε, τῶν εὐσεβούντων ὁ προστάτης καὶ γίγας.

Χαίροις πάτερ Νικόλαε

Πᾶσαν χάριν ἐδέξω δαψιλῶς ἱεράρχα, ἐν οὐρανοῖς καὶ γὰρ τὸ πολίτευμα ἔσχες, διὸ ἐκτελεῖς τὰ τεράστια ἐν πᾶσι τὸν ἀπρόσιτον γὰρ ὡς Θεὸν γεγονέναι προστιτὸν ἄνθρωπον, εἰς κόσμου σωτηρίαν ἐδίδαξας μέλπειν.

Ἀλληλούϊα

Ρήτορας πολυστρόφους ὡς ἰχθύας ἀφώνους, ἀπέδειξας σοφὲ Πνεύματος τῇ δυνάμει ὁμοούσιον γὰρ τῷ Πατρὶ τὸν Υἱὸν ἐκήρυξας, καὶ ᾄσματα τῆς νίκης σου παρ’ ἡμῶν ἀκούεις.

Χαῖρε, λαμπρὸν εὐδρομούντων κλέος χαῖρε, στερρὸν κλονουμένων σθένος.

Χαῖρε, τῆς Λυκίας βλαστὸς ὁ εὐθαλέστατος χαῖρε, Εὐαγγελίου καρπὸς ὁ ἀμάραντος.

Χαῖρε, μύρα εὐωδέστατα ὁ πηγάζων τοῖς πιστοῖς χαῖρε, ρεῖθρα τῶν ἰάσεων ὁ προχέων τοῖς λαοῖς.

Χαῖρε, ὁ ἐκτεφρώσας τοὺς βωμοὺς τῶν εἰδώλων χαῖρε, ὁ ἐκνευρίσας τὴν ὀφρὺν τῶν δαιμόνων.

Χαῖρε, ὁ ἀνατέλλων θαυμάτων ἀκτῖνας χαῖρε, ὁ ἀναστέλλων τῶν δαιμόνων μανίας.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας χαῖρε, τρυφὴ τῶν πιστῶν εὐτυχίας.

Χαίροις πάτερ Νικόλαε

Σῶσον πάντας τοὺς πόθω τῷ πανσέπτῳ ναῶ σου, προστέχοντας Νικόλαε τρισμάκαρ καὶ παντοίας βλάβης καὶ δεινῶν συμφορῶν ρῦσαι, παρρησίαν μεγίστην ὡς ἔχων πρὸς Χριστόν, σώζειν ἑκάστοτε τοὺς ἐκβοώντας.

Ἀλληλούϊα

Τεῖχος ὀρθοδοξίας κεκτημένοι σὲ πάντες, ἐκτρέπομεν κακόδοξων πλεκτάνας, τὸν γὰρ Σωτῆρα καμάτοις ἐθεράπευσας, καὶ ἔργοις σου ἐδόξασας καὶ ἀντεδοξάσθης παρ’ αὐτοῦ, ὅθεν εὐλαβῶς σοὶ βοῶμεν.

Χαῖρε, ὁ πύργος τῆς εὐσεβείας χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, Ἀρχιερεῦ καὶ μιμητά του Δεσπότου χαῖρε, ὁ κρυπτὸς ἐλεήμων καὶ μύστης.

Χαῖρε, πᾶσι πορίζων σῶν θαυμάτων ἐλέη χαῖρε, ἡμὶν χαρίζων σῶν χαρισμάτων πελάγη.

Χαῖρε, ἄγγελε ἐπίγειε τοῦ Σωτῆρος Ἰησοῦ χαῖρε ἄνθρωπε οὐράνιε βασιλείας τοῦ Θεοῦ.

Χαῖρε, σαρκὸς μυρίζουσα ἴασις χαῖρε, ψυχῶν εὐώδης ἀντίληψις.

Χαῖρε, ἡ λύρα τῆς Χριστοῦ βασιλείας χαῖρε, ἡ μοῦσα τῆς αὐτοῦ Ἐκκλησίας.

Χαίροις πάτερ Νικόλαε

Ὕμνος ἅπας ἡττᾶται συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθὺν καὶ γὰρ ἂν προσάξωμέν σοι Νικόλαε, οὐδὲν τελοῦμεν ἄξιον εἰς ἀμοιβὴν χαρίτων σου, ἀλλ’ οὖν βοῶμέν σοι.

Ἀλληλούϊα

Φωτοπάροχον χάριν τοῖς ἐν σκότει τοῦ βίου, αὐγάζοντά σε ἔγνωμεν Πάτερ, ὁδηγοῦντα πρὸς σωτηρίους ἀτραποὺς καὶ πρὸς γνῶσιν ἀληθῆ ἅπαντας, καὶ τῷ φωτὶ προσάγων Χριστῷ διὸ σοὶ βοῶμεν.

Χαῖρε, ἀστὴρ νοτοῦ ἡλίου χαῖρε, φωστὴρ τοῦ αἰσθητοῦ βίου.

Χαῖρε, βασιλείας τῆς ἄνω συμμέτοχε χαῖρε, κοινωνὲ τῆς θείας λαμπρότητος.

Χαῖρε, ἔσοπτρον ἐμφάσεων καθαρῶν χωρητικὸν χαῖρε, ἄξιον θησαύρισμα τῶν Χριστοῦ μακαρισμῶν.

Χαῖρε, τῶν σοὶ προσφευγόντων ἀσφαλὲς φυλακτήριον χαῖρε, τῶν σοὶ προσιόντων ταχινὸν παραμύθιον.

Χαῖρε, πλάτος ἁγιότητος ἀρετῶν ἁγίων χαῖρε, τεῖχος τὸ ἀπόρθητον ἐκλεκτὸν καὶ θεῖον.

Χαῖρε, λαμπρόν τοῦ Δεσπότου τέμενος χαῖρε, σεπτόν της πίστεως ἥδυσμα.

Χαίροις πάτερ Νικόλαε

Χάριν σοὶ δέδωκε πάτερ ὁ πάντων ἀνθρώπων, ποιμὴν καὶ Δεσπότης τοῦ κόσμου, τοῦ προΐστασθαι θερμὸς ἀντιλήπτωρ πάντων τῶν προσιόντων σοι μετὰ πόθου καὶ βοώντων τῷ Κυρίῳ.

Ἀλληλούϊα

Ψάλλοντές σου τοὺς ὕμνους, ἀνυμνοῦμεν σὲ πόθῳ, ὡς ἄνθρωπον θεῖον τοῦ Δεσπότου ἐν τῇ σῇ γὰρ καρδίᾳ καὶ νῷ ἐνοικήσας ὁ Κύριος, ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πόθω.

Χαῖρε, πατὴρ ὀρφανῶν καὶ ρύστα χαῖρε, δοῦλε Κυρίου καὶ μύστα.

Χαῖρε, ποιμὴν προβάτων τῆς χάριτος χαῖρε, λιμὴν πλεόντων ἀχείμαστος.

Χαῖρε, τέλειον δώρημα παρά Κυρίου σου λαβών χαῖρε, σεβάσμιον καύχημα ἱερέων ευλαβῶν.

Χαῖρε, ἀστὴρ τῶν ἐν θαλάσσῃ πλεόντων χαῖρε, φωστὴρ τῶν ἐν σκότει κειμένων.

Χαῖρε, πτωχοὺς διαθρέψας ἐν χρήμασι χαῖρε, αὐχμοὺς διαλύσας ἐν χάριτι.

Χαῖρε, σοφὲ πρὸς Θεὸν παρρησία χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαίροις πάτερ Νικόλαε

Ὡ τρισόλβιε πάτερ, ὁ λαμπρὸς μὲν ἐν πᾶσι, Νικόλαε ἐν Μύροις δὲ μᾶλλον (ἐκ γ΄), δυσωδίαν πᾶσαν τῶν παθῶν, ψυχῶν τε καὶ σωμάτων ἠμῶν ἀπόσμηξον, καὶ εὐωδίας πλήρωσον τῶν μύρων σου τοὺς ἐκβοώντας.

Ἀλληλούϊα

 

Κοντάκιον. Ἦχος πλ. δ΄
Τῷ τῶν Μυρέων Ἱεράρχῃ μύρα βλύζοντι, ὡς τροπαιούχῳ νικητῇ τὰ αἰσθητήρια, ὑπανοίγοντες αὐτῷ τῷ εὐσυμπαθήτῳ, ἐκβοήσωμεν ἐφύμνια προσφθέγγοντες, ἐκ παντοίων ἡμᾶς λύτρωσαι κακώσεων, ἵνα κράζωμεν χαίροις πάτερ Νικόλαε.